θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποιτοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦςἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι.χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται·βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗοὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπουκίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις·οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινοςπύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένωνἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλαςχαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτουςπερόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο,ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νινοὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά,ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδειὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦγλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσανφόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλαςὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲνὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳστεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶνὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν.νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;