ἰὼ κλεινὸν Οἰδίπου κάρα,ἦ στέγας λιμὴναὑτὸς ἤρκεσενπαιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας,σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε;ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος,δικάζει τʼ ἄγαμον γάμον πάλαιτεκνοῦντα καὶ τεκνούμενον.ἰώ, Λαΐειον ὦ τέκνον,εἴθε σʼ εἴθε σεμήποτʼ εἰδόμαν.δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέωνἐκ στομάτων. τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκσέθενκαὶ κατεκοίμασα τοὐμὸν ὄμμα.ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι,οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτιτῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂννίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσακεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶνμάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι.λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐβαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς;ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶμαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας;αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲνἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,πεύσει τὰ κείνης ἀθλίας παθήματα.ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσωθυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰλέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς.πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσωκαλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν,μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν