κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθʼ· ἡ δʼ ἔσωκάλλιστʼ ἂν εἴποι σὴ γυνὴ τάδʼ ὡς ἔχει.ἦ γὰρ δίδωσιν ἥδε σοι;μάλιστʼ, ἄναξ.ὡς πρὸς τί χρείας;ὡς ἀναλώσαιμί νιν.τεκοῦσα τλήμων;θεσφάτων γʼ ὄκνῳ κακῶν.ποίων;κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.πῶς δῆτʼ ἀφῆκας τῷ γέροντι τῷδε σύ;κατοικτίσας, ὦ δέσποθʼ, ὡς ἄλλην χθόναδοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲκάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.ἰοὺ ἰού· τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ.ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼοὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών.ἰὼ γενεαὶ βροτῶν,ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.τίς γάρ, τίς ἀνὴρ πλέοντᾶς εὐδαιμονίας φέρειἢ τοσοῦτον ὅσον δοκεῖνκαὶ δόξαντʼ ἀποκλῖναι;τὸν σόν τοι παράδειγμʼ ἔχων,τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶνοὐδὲν μακαρίζω·ὅστις καθʼ ὑπερβολὰντοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου,ὦ Ζεῦ, κατὰ μὲν φθίσαςτὰν γαμψώνυχα παρθένονχρησμῳδόν, θανάτων δʼ ἐμᾷχώρᾳ πύργος ἀνέστα·ἐξ οὗ καὶ βασιλεὺς καλεῖἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐνΘήβαισιν ἀνάσσων.τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος;τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοιςξύνοικος ἀλλαγᾷ βίου;