οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶςἀγνῶτʼ ἀναμνήσω νιν. εὖ γὰρ οἶδʼ ὅτικάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί,ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλουςἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά.λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον;λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τιναδούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος.οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰδεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη.τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ.λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ.σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς.μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ.οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας;δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ;ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ.ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον.πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι.πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός;ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του.τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον.ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν.τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν.κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον.