τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖςμῆνές με μικρὸν καὶ μέγαν διώρισαν.τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτιποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος.εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,οὐκ ἔσει τὰν αὔριονπανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουνκαὶ τροφὸν καὶ ματέρʼ αὔξειν,καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις.ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη.τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄραΠανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ;ἢ σέ γʼ εὐνάτειρά τιςΛοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·εἴθʼ ὁ Κυλλάνας ἀνάσσων,εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ τουΝυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ,ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷγήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέταςἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μουπρούχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος.ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦνεἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις;τοῦτον, ὅνπερ εἰσορᾷς.οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπωνὅσʼ ἄν σʼ ἐρωτῶ. Λαΐου ποτʼ ἦσθα σύ;ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς.ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά;ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών;τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω;