τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;τῶν Λαΐου δήπου τις ὠνομάζετο.ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.ἦ κἄστʼ ἔτι ζῶν οὗτος, ὥστʼ ἰδεῖν ἐμέ;ὑμεῖς γʼ ἄριστʼ εἰδεῖτʼ ἂν οὑπιχώριοι.ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,ὅστις κάτοιδε τὸν βοτῆρʼ ὃν ἐννέπει,εἴτʼ οὖν ἐπʼ ἀγρῶν εἴτε κἀνθάδʼ εἰσιδών;σημήναθʼ, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.οἶμαι μὲν οὐδένʼ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν,ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρἥδʼ ἂν τάδʼ οὐχ ἥκιστʼ ἂν Ἰοκάστη λέγοι.γύναι, νοεῖς ἐκεῖνον, ὅντινʼ ἀρτίωςμολεῖν ἐφιέμεσθα; τόνδʼ οὗτος λέγει;τί δʼ ὅντινʼ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως ἐγὼ λαβὼνσημεῖα τοιαῦτʼ οὐ φανῶ τοὐμὸν γένος.μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίουκήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ.θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼμητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς.καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω.τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι.ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ.ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει.ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχωμόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον.τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίαςᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπωςμὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά.ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ,κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι.αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων