διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢνὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι.οἴμοι.ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ;ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα,δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσωςχωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάραμηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸντὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳσέ, φίλτατʼ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰκράτη θανόντος καὶ δόμους νέμοιμι σούς.τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς.τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοιπολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα.καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ·τοῦδʼ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφʼ οὗφονέως ἄρʼ ἐξέπνευσας; εἶδες ὡς χρόνῳἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα,ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγωνἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον·οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχωνπρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι.ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσεν ξίφοςκἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶφάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα,