κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳφράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖςγελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ.τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ;Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖνμὴ συγκομίζειν, ἀλλʼ ἐᾶν ὅπως ἔχει.τίνος χάριν τοσόνδʼ ἀνήλωσας λόγον;δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ.οὔκουν ἂν εἴποις ἥντινʼ αἰτίαν προθείς;ὁθούνεκʼ αὐτὸν ἐλπίσαντες οἴκοθενἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνοννύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει·κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,ἡμεῖς μὲν ἂν τήνδʼ ἣν ὅδʼ εἴληχεν τύχηνθανόντες ἂν προυκείμεθʼ αἰσχίστῳ μόρῳ,οὗτος δʼ ἂν ἔζη. νῦν δʼ ἐνήλλαξεν θεὸςτὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.ὧν εἵνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένωντοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένοςὄρνισι φορβὴ παραλίοις γενήσεται.πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν,πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς,χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθʼ ὅπουλόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν.καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότηνμηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶςφέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι,μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων.ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.