θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖνἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖνἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα;θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶλιπὼν ἀνίας καὶ γόους διοίχεται.ἰώ μοί μοι.σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύεινβοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος.ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί,ἆρʼ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο.ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.ὡς ὧδʼ ἐχόντωνὦ τάλας ἐγώ, τάλας.πάρα στενάζειν.ὦ περισπερχὲς πάθος.ἄγαν γε, Τεῦκρε.φεῦ τάλας· τί γὰρ τέκνοντὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;μόνος παρὰ σκηναῖσιν.οὐχ ὅσον τάχοςδῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆςσκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;ἴθʼ, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοιφιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλεινἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴμάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην.ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμηνμόρον διώκων κἀξιχνοσκοπούμενος.ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος