ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σεπεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον·καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶΑἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,πάλαι κυνηγετοῦντα καὶ μετρούμενονἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃςεἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον. εὖ δέ σʼ ἐκφέρεικυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάραστάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύληςἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάρινσπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς.ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶχαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖβάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ·κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι.νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπονἔχει περάνας, εἴπερ εἴργασται τάδε·ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα·κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ.ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομενλείας ἁπάσας καὶ κατηναρισμέναςἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνονπηδῶντα πεδία σὺν νεορράντῳ ξίφειφράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼκατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάροςτά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβηντῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα;