οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπεινφυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίαςπληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς.οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι,πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις,ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.ἔμελλες, τάλας, ἔμελλες χρόνῳστερεόφρων ἄρʼ ἐξανύσσειν κακὰνμοῖραν ἀπειρεσίων πόνων. τοῖά μοιπάννυχα καὶ φαέθοντʼ ἀνεστέναζεςὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαιςοὐλίῳ σὺν πάθει.μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνοςπημάτων, ἦμος ἀριστόχειρὅπλων ἔκειτʼ ἀγὼν πέρι.ἰώ μοί μοι.χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.ἰώ μοί μοι.οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν.ξυναυδῶ.οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰχωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.ὤμοι, ἀναλγήτωνδισσῶν ἐθρόησας ἄναυδʼἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει.ἀλλʼ ἀπείργοι θεός.οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα.ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸςΠαλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν.ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσινπολὺν γέλωτα, φεῦ φεῦ,ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.οἱ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖςτοῖς τοῦδʼ· ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν,