δοῦπον αὖ κλύω τινά.ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.τί οὖν δή;πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶνἔχεις οὖν;πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶνκέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνωνἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶνΒοσπορίων ποταμῶν, τὸν ὠμόθυμονεἴ ποθι πλαζόμενον λεύσσωνἀπύοι; σχέτλια γὰρἐμέ γε τὸν μακρῶν ἀλάταν πόνωνοὐρίῳ μὴ πελάσαι δρόμῳ,ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.ἰώ μοί μοι.τίνος βοὴ πάραυλος ἐξέβη νάπους;ἰὼ τλήμων.τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶΤέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην.ᾤχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι.τί δʼ ἔστιν;Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴςκεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.ὤμοι ἐμῶν νόστων·ὤμοι, κατέπεφνες, ἄναξ,τόνδε συνναύταν, τάλαςὦ ταλαίφρων γύναι·ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος;αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶπηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ.ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης, ἄφαρκτος φίλων·ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄϊδρις,κατημέλησα. πᾷ πᾷκεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖφάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ