τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμαπομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματιπλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένουςἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲπρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρουςξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲαὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖςπρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶνἭλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόναἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίανἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸνγέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν,ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.ὦ Θάνατε Θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών.καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδονΣαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρονκλειναί τʼ Ἀθῆναι καὶ τὸ σύντροφον γένοςκρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωϊκὰπεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.πόνος πόνῳ πόνον φέρει.πᾷ πᾷπᾷ γὰρ οὐκ ἔβαν ἐγώ;κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.ἰδού.