οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεταισκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδονὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών;τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραντὴν νῦν, ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει.οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,καὶ σπεύσαθʼ, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίουςζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένηκαὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω.χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴσῴζειν θέλοντας ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται,ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατοςγένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή·δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶμάλιστα μισηθέντος ἐχθίστου θʼ ὁρᾶν·πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,σιδηροβρῶτι θηγάνῃ νεηκονής·ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ,εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοισὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν.πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτινΤεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃπεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάροςῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ.