μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας.πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων.μένοιμʼ ἄν· ἤθελον δʼ ἂν ἐκτὸς ὢν τυχεῖν.ὦ οὗτος, Αἴας, δεύτερόν σε προσκαλῶ.τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;ὦ χαῖρʼ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼστέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.καλῶς ἔλεξας· ἀλλʼ ἐκεῖνό μοι φράσον,ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι.τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ.θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα.εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου;ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσωθακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης.τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ.χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι·κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτʼ ἐφίεμαι,τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι.ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστεροςἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;