χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν;δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν;κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ.ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο;καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασιγνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τελείας ἄδαστα βουκόλων φρουρήματα·ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνονκύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθʼ ὅτεδισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν.ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοιςὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου,τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶνποίμνας τε πάσας εἰς δόμους κομίζεται,ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται.δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχουτὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφουςαὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέραςδεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφʼ ἔξω κάλει.οὐ σῖγʼ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;μὴ πρὸς θεῶν, ἀλλʼ ἔνδον ἀρκείτω μένων.τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν;ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.