ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νινδύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ,οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴνεἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπονμηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέονἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλινἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφροναςθεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.Τελαμώνιε παῖ, τῆς ἀμφιρύτουΣαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω·σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴςλόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,μέγαν ὄκνον ἔχω καὶ πεφόβημαιπτηνῆς ὡς ὄμμα πελείας.ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸςμεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶςἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆλειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶνβοτὰ καὶ λείαν,ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,κτείνοντʼ αἴθωνι σιδήρῳ.τοιούσδε λόγους ψιθύρους πλάσσωνεἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦνεὔπειστα λέγει, καὶ πᾶς ὁ κλύωντοῦ λέξαντος χαίρει μᾶλλοντοῖς σοῖς ἄχεσιν καθυβρίζων.τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶςοὐκ ἂν ἁμάρτοις· κατὰ δʼ ἄν τις ἐμοῦτοιαῦτα λέγων οὐκ ἂν πείθοι·πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.καίτοι σμικροὶ μεγάλων χωρὶςσφαλερὸν πύργου ῥῦμα πέλονται·μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν