εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνωςθεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃεἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδεΑἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃδίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.τὰ γὰρ περισσὰ κἀνόνητα σώματαπίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαιςἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσινβλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενοςἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρειβούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν.ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο·πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦκράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχακείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερονδίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νινηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλαςἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη.τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶςἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχʼ ἂνγενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδραςπέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰςΤεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ·ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένηνκακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρωνΑἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ.