νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάοςθοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴαςλαθίπονος πάλιν, θεῶν δʼ αὖπάνθυτα θέσμιʼ ἐξήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ.πάνθʼ ὁ μέγας χρόνος μαραίνει,κοὐδὲν ἀναύδατον φατίσαιμʼ ἄν, εὖτέ γʼ ἐξ ἀέλπτωνΑἴας μετανεγνώσθηθυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων.ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸκρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιονκυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳμαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσινἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ,τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοιτὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν·ὥστʼ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖνκολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτωἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέαςβουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.ἰοὺ ἰού·βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸνπέμπων ἔπεμψεν ἢ ʼφάνην ἐγὼ βραδύς.τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον;τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγηςμὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶςγνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει;τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλουΚάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,