ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖςεἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατατιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖςχειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλοςτῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισεστένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνοςλύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει.ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτιὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος,ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλοντοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρβροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν.ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι,εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.ὑμεῖς δʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδετιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατεμέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα.ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον·ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσωςπύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτόμαν.ἰὼ ἰὼ Πὰν Πάν,ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπουπετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦθεῶν χοροποίʼ ἄναξ, ὅπως μοιΝύσια Κνώσιʼ ὀρχήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς·νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλωνὁ Δάλιος εὔγνωστοςἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.ἰὼ ἰώ, νῦν αὖ,