μεγίστας ἀρετᾶςἄφιλα παρʼ ἀφίλοιςἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις.ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦνταφρενομόρως ἀκούσῃ,αἴλινον αἴλινονοὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦςἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰςθρηνήσει, χερόπλακτοι δʼἐν στέρνοισι πεσοῦνταιδοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.κρείσσων παρʼ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστοςπολυπόνων Ἀχαιῶν,οὐκέτι συντρόφοιςὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαιπαιδὸς δύσφορον ἄταν,ἃν οὔπω τις ἔθρεψεναἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνοςφύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται·κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεταιχὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε,βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμαπρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νινχήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίουςλειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰμῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω,κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμηνπαρʼ Ἕκτορος δώρημα δυσμενεστάτου,οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία,