τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχουκαὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόουςδάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦθρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν·οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί;μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνουκαὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.ἄγαν γε λυπεῖς· οὐ κάτοισθʼ ἐγὼ θεοῖςὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι;εὔφημα φώνει.τοῖς ἀκούουσιν λέγε.σὺ δʼ οὐχὶ πείσει;πόλλʼ ἄγαν ἤδη θροεῖς.ταρβῶ γάρ, ὦναξ.οὐ ξυνέρξεθʼ ὡς τάχος;πρὸς θεῶν, μαλάσσου.μῶρά μοι δοκεῖς φρονεῖν,εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.ὦ κλεινὰ Σαλαμίς, σὺ μέν πουναίεις ἁλίπλακτος, εὐδαίμων,πᾶσιν περίφαντος ἀεί·ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνοςἸδαῖα μίμνων λειμώνιʼ ἔπαυλα μηνῶνἀνήριθμος αἰὲν εὐνῶμαιχρόνῳ τρυχόμενος,κακὰν ἐλπίδʼ ἔχωνἔτι μέ ποτʼ ἀνύσειντὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.καί μοι δυσθεράπευτος Αἴαςξύνεστιν ἔφεδρος, ὤμοι μοι,θείᾳ μανίᾳ ξύναυλος·ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳκρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώταςφίλοις μέγα πένθος ηὕρηται.τὰ πρὶν δʼ ἔργα χεροῖν