δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλωνἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒνεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν.ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸςδεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,τὰ δʼ ἄλλʼ ὅμοιος· καὶ γένοιʼ ἂν οὐ κακός.καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνει κακῶν·ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,τὸ μὴ φρονεῖν γὰρ κάρτʼ ἀνώδυνον κακόνἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸςδείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ʼτράφης.τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέανψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃστυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ.τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοιλείψω τροφῆ τʼ ἄοκνον ἔμπα, κεἰ τανῦντηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν,κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπωςτὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγωνΤελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω,ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲςθήσουσʼ Ἀχαιοῖς μήθʼ ὁ λυμεὼν ἐμός.ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφωνπόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·