βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕποξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖλόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτινΑἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷγήρᾳ προλείπων, αἴδεσαι δὲ μητέραπολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκιςθεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέαςτροφῆς στερηθεὶς σοῦ διοίσεται μόνοςὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸνκείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπωπλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δόρει,καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τεκαθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼνμνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶθέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.ἀλλʼ ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι.ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;