ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδραςμόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶςΤελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖνγυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼνπρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοιςκαὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέατοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶμή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχειπροσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸνὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναιτὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον.οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον,Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοιςγνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχηςοὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός,εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·νῦν δʼ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδʼ ἔδοξέ πουκαὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶτὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸςεὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖντῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι.ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ