ἔτʼ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.ὦ Σκαμάνδριοιγείτονες ῥοαί,εὔφρονες Ἀργείοις,οὐκέτʼ ἄνδρα μὴτόνδʼ ἴδητʼ, ἔποςἐξερῶ μέγʼ, οἷον οὔτιναΤροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸἙλλανίδος· τανῦν δʼ ἄτιμοςὧδε πρόκειμαι.οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγεινἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμοντοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶκαὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸςτὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦπρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπονΤροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένειοὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ·εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρικρίνειν ἔμελλε κράτος ἀριστείας τινί,οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρέναςἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοιγνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτεδίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴνἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶνβλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς