βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοιςἐρεμνὸν αἷμʼ ἔδευσα.τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχειν.ἰὼ πάνθʼ ὁρῶν ἁπάντων τʼ ἀεὶκακῶν ὄργανον, τέκνον Λαρτίου,κακοπινέστατόν τʼ ἄλημα στρατοῦ,ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.ἴδοιμι μήν νιν, καίπερ ὧδʼ ἀτώμενος.ἰώ μοί μοι.μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;ὦ Ζεῦ, προγόνων προπάτωρ,πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,τούς τε δισσάρχας ὀλέσσας βασιλῆςτέλος θάνοιμι καὐτός;ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖνεὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;ἰὼσκότος, ἐμὸν φάος,ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα,ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίωνἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων.ἀλλά μʼ ἁ Διὸςἀλκίμα θεὸςὀλέθριʼ αἰκίζει.ποῖ τις οὖν φύγῃ;ποῖ μολὼν μενῶ;εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδʼὁμοῦ πέλας, μώραις δʼ ἄγραις προσκείμεθα,πᾶς δὲ στρατὸς δίπαλτος ἄν μεχειρὶ φονεύοι.ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμονφωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.ἰὼπόροι ἁλίρροθοιπάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον,πολὺν πολύν με δαρόν τε δὴκατείχετʼ ἀμφὶ Τροίαν χρόνον· ἀλλʼ οὐκέτι μʼ, οὐκ