ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.ἰώ μοί μοι.τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατεΑἴαντος οἵαν τήνδε θωΰσσει βοήν;ἰώ μοί μοι.ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαινοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.ἰὼ παῖ παῖ.ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶλεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι;ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε.τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι.ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοιτὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.ἰὼφίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ,ἴδεσθέ μʼ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάληςἀμφίδρομον κυκλεῖται.οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.ἰὼγένος ναΐας ἀρωγὸν τέχνας,ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντʼ·ἀλλά με συνδάϊξον.εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺςἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;αἰαῖ αἰαῖ.ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.ὦ δύσμορος, ὃς χερὶ μὲνμεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι