ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα·γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος.καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν.καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπωνἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίουςᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων.τέλος δʼ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινιλόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτίσαιτʼ ἰών·κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,παίσας κάρα ʼθώϋξεν· ἐν δʼ ἐρειπίοιςνεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου,κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη,εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτέ.κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένονἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ·πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόουςτοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν·ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτωνὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖςσιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην,ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι·φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις