ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενονποντοπόρῳ ναῒ μεθεῖναι.τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαικαθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρηξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει.οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆςᾄξας ὀξὺς νότος ὣς λήγει,καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,μηδενὸς ἄλλου παραπράξαντος,μεγάλας ὀδύνας ὑποτείνει.ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ·φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.ἡμεῖς ἄρʼ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις.ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ,αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς,ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά;ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦπληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένοςμηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροιλαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼνἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς.κἀγὼ ʼπιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς,Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλωνκληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύωνσάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.