γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδῶν,ἔχομεν στοναχὰς οἱ κηδόμενοιτοῦ Τελαμῶνος τηλόθεν οἴκου.νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴςΑἴας θολερῷκεῖται χειμῶνι νοσήσας.τί δʼ ἐνήλλακται τῆς ἡμερίαςνὺξ ἥδε βάρος;παῖ τοῦ Φρυγίου Τελεύταντος,λέγʼ, ἐπεὶ σὲ λέχος δουριάλωτονστέρξας ἀνέχει θούριος Αἴας·ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις.πῶς δῆτα λέγω λόγον ἄρρητον;θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸςνύκτερος Αἴας ἀπελωβήθη.τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδονχειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ,κείνου χρηστήρια τἀνδρός.οἵαν ἐδήλωσας ἀνέρος αἴθονοςἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,τὰν ὁ μέγας μῦθος ἀέξει.οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρθανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰςκελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖνδεσμῶτιν ἄγων ἤλυθε ποίμνην·ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας,τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ.δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼντοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκρανῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνωκίονι δήσαςμέγαν ἱπποδέτην ῥυτῆρα λαβὼνπαίει λιγυρᾷ μάστιγι διπλῇ,κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμωνκοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασικρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι