καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων.ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτουςτούτων γνώμας προδιδάσκειν.ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖχἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν,παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι·μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντεςτάχʼ ἂν ἐξαίφνης, εἰ σὺ φανείης,σιγῇ πτήξειαν ἄφωνοι.ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις—ὦ μεγάλα φάτις, ὦμᾶτερ αἰσχύνας ἐμᾶς—ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,ἤ ῥα κλυτῶν ἐνάρωνψευσθεῖσʼ, ἀδώροις, εἴτʼ ἐλαφαβολίας;ἢ χαλκοθώραξ μή τινʼ Ἐνυάλιοςμομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοιςμαχαναῖς ἐτίσατο λώβαν;οὔ ποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά,παῖ Τελαμῶνος, ἔβαςτόσσον, ἐν ποίμναις πίτνων·ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοικαὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.εἰ δʼ ὑποβαλλόμενοικλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆςἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαιςὄμμʼ ἔχων κακὰν φάτιν ἄρῃ.ἀλλʼ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνιστηρίζει ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷἄταν οὐρανίαν φλέγων.ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβηταὁρμᾶται ἐν εὐανέμοις βάσσαις,πάντων καγχαζόντωνγλώσσαις βαρυάλγητα·ἐμοὶ δʼ ἄχος ἕστακεν.ναὸς ἀρωγοὶ τῆς Αἴαντος,