ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι.ἦ πάνθʼ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν;σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσει.ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ ὡς ἐγὼσοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν,οὗτος δὲ κἀκεῖ κἀνθάδʼ ὢν ἔμοιγʼ ὁμῶςἔχθιστος ἔσται· σοὶ δὲ δρᾶν ἔξεσθʼ ἃ χρῇς.ὅστις σʼ, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸνφῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστʼ ἀνήρ.καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδʼ ἀγγέλλομαι,ὅσον τότʼ ἐχθρὸς ἦ, τοσόνδʼ εἶναι φίλος.καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλωκαὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσωνχρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.ἄριστʼ Ὀδυσσεῦ, πάντʼ ἔχω σʼ ἐπαινέσαιλόγοισι, καί μʼ ἔψευσας ἐλπίδος πολύ.τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρμόνος παρέστης χερσίν, οὐδʼ ἔτλης παρὼνθανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼναὐτός τε χὠ ξύναιμος ἠθελησάτηνλωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.τοιγάρ σφʼ Ὀλύμπου τοῦδʼ ὁ πρεσβεύων πατὴρμνήμων τʼ Ἐρινὺς καὶ τελεσφόρος Δίκηκακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελοντὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.σὲ δʼ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,τάφου μὲν ὀκνῶ τοῦδʼ ἐπιψαύειν ἐᾶν,μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ·τὰ δʼ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦθέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲἀνὴρ καθʼ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.ἀλλʼ ἤθελον μέν· εἰ δὲ μή ʼστί σοι φίλονπράσσειν τάδʼ ἡμᾶς, εἶμʼ ἐπαινέσας τὸ σόν.ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταταιχρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετονχερσὶ ταχύνατε, τοὶ δʼ ὑψίβατον