τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆςἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳσοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶφίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω.ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶνμὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν·μηδʼ ἡ βία σε μηδαμῶς νικησάτωτοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ,ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων,ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶοὐκ ἀντατιμάσαιμʼ ἄν, ὥστε μὴ λέγεινἕνʼ ἄνδρʼ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοιΤροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι·οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμουςφθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι,βλάπτειν τὸν ἐσθλόν, οὐδʼ ἐὰν μισῶν κυρῇς.σὺ ταῦτʼ, Ὀδυσσεῦ, τοῦδʼ ὑπερμαχεῖς ἐμοί;ἔγωγʼ· ἐμίσουν δʼ, ἡνίκʼ ἦν μισεῖν καλόν.οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;μὴ χαῖρʼ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.μέμνησʼ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.ὅδʼ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτʼ ἦν.τί ποτε ποήσεις; ἐχθρὸν ὧδʼ αἰδεῖ νέκυν;νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.τοιούσδʼ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;