τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίωνθέσθʼ ἐπίκαιρον·μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλητὸν ὑπασπίδιον κόσμον φερέτω.παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις,φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶτάσδʼ ἐπικούφιζʼ· ἔτι γὰρ θερμαὶσύριγγες ἄνω φυσῶσι μέλανμένος. ἀλλʼ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρφησὶ παρεῖναι, σούσθω, βάτω,τῷδʼ ἀνδρὶ πονῶν τῷ πάντʼ ἀγαθῷκοὐδενί πω λῴονι θνητῶνΑἴαντος, ὅτʼ ἦν, τότε φωνῶ.ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσινγνῶναι· πρὶν ἰδεῖν δʼ οὐδεὶς μάντιςτῶν μελλόντων, ὅ τι πράξει.