οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφουκυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών,ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς;οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε δυσσεβέστατον,προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗλαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν;ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴνἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦνβασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νινδώρημα κείνῳ ʼδωκεν Ἀλκμήνης γόνος.ἆρʼ ὧδʼ ἄριστος ἐξ ἀριστέοιν δυοῖνβλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,οὓς νῦν σὺ τοιοῖσδʼ ἐν πόνοισι κειμένουςὠθεῖς ἀθάπτους, οὐδʼ ἐπαισχύνει λέγων;εὖ νυν τόδʼ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.ἐπεὶ καλόν μοι τοῦδʼ ὑπερπονουμένῳθανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲργυναικός, ἢ τοῦ σοῦ γʼ ὁμαίμονος λέγω;πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲκαὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς.ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς,εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμηνβοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ.οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως;ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχωκλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.