ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι.ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτεκατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου,εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομενκαὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖςοὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμωςμάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακονὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσει τινά·ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς,θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσινἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον,ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ·τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖςχάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται,εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρῶν λόγων,Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκιςτὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα.ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη,οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκαἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸςἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶνἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοιςπυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφηπηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε,ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα;χὤτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνουλαχών τε κἀκέλευστος ἦλθʼ ἐναντίος,