δύσμορος, οὔτʼ ἐννυχίαντέρψιν ἰαύειν.ἐρώτων δʼ ἐρώτων ἀπέπαυσεν, ὤμοι.κεῖμαι δʼ, ἀμέριμνος οὕτως,ἀεὶ πυκιναῖς δρόσοιςτεγγόμενος κόμας,λυγρᾶς μνήματα Τροίας.καὶ πρὶν μὲν αἰὲν νυχίουδείματος ἦν μοι προβολὰκαὶ βελέων θούριος Αἴας·νῦν δʼ οὗτος ἀνεῖται στυγερῷδαίμονι· τίς μοι, τίς ἔτʼ οὖντέρψις ἐπέσται;γενοίμαν ἵνʼ ὑλᾶεν ἔπεστι πόντουπρόβλημʼ ἁλίκλυστον, ἄκρανὑπὸ πλάκα Σουνίου,τὰς ἱερὰς ὅπωςπροσείποιμεν Ἀθάνας.καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτηνἈγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον·δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοιτλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτὶ χανεῖν;σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄποὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις,ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖνἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσωἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα;ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλωνἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί,κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοιςεἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που