ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τιςλόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα.ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύεινἀνδρὸς ματαίου φλαῦρʼ ἔπη μυθουμένου.ἔσται μεγάλης ἔριδός τις ἀγών.ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύναςσπεῦσον κοίλην κάπετόν τινʼ ἰδεῖντῷδʼ, ἔνθα βροτοῖς τὸν ἀείμνηστοντάφον εὐρώεντα καθέξει.καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοιπάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,τάφον περιστελοῦντε δυστήνου νεκροῦ.ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλαςἱκέτης ἔφαψαι πατρός, ὅς σʼ ἐγείνατο.θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχωνκόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦβίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,γένους ἅπαντος ῥίζαν ἐξημημένος,αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον.ἔχʼ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σεκινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλαςπαρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μολὼντάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ.τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτωνμόχθων ἄταν ἐπάγωνἄν τὰν εὐρώδεα Τρωΐαν,δύστανον ὄνειδος Ἑλλάνων;ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδανκεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλωνἝλλασιν κοινὸν Ἄρη.ἰὼ πόνοι πρόγονοι πόνων·κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.ἐκεῖνος οὔτε στεφάνωνοὔτε βαθεῖαν κυλίκωννεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,οὔτε γλυκὺν αὐλῶν ὄτοβον,