τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικʼ ᾖ, δάκνει.ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.μέγʼ ἄν τι κομπάσειας, ἀσπίδʼ εἰ λάβοις.κἂν ψιλὸς ἀρκέσαιμι σοί γʼ ὡπλισμένῳ.ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.ξὺν τῷ δικαίῳ γὰρ μέγʼ ἔξεστιν φρονεῖν.δίκαια γὰρ τόνδʼ εὐτυχεῖν κτείναντά με;κτείναντα; δεινόν γʼ εἶπας, εἰ καὶ ζῇς θανών.θεὸς γὰρ ἐκσῴζει με, τῷδε δʼ οἴχομαι.μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.τούς γʼ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;μισοῦντʼ ἐμίσει· καὶ σὺ τοῦτʼ ἠπίστασο.κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδʼ ἐσφάλη.πόλλʼ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον.ἀλλʼ ἀντακούσει τοῦτον ὡς τεθάψεται.ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺνναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,ᾧ φθέγμʼ ἂν οὐκ ἂν ηὗρες, ἡνίκʼ ἐν κακῷχειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶςπατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμασμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγαςχειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων,ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶὀργήν θʼ ὅμοιος εἶπε τοιοῦτον λόγον·ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών.ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;