δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ,σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο·ὅπου δʼ ὑβρίζειν δρᾶν θʼ ἃ βούλεται παρῇ,ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.ἀλλʼ ἑστάτω μοι καὶ δέος τι καίριον,καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθαοὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦναἴθων ὑβριστής, νῦν δʼ ἐγὼ μέγʼ αὖ φρονῶ.καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπωςμὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰςεἶτʼ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.οὐκ ἄν ποτʼ, ἄνδρες, ἄνδρα θαυμάσαιμʼ ἔτι,ὃς μηδὲν ὢν γοναῖσιν εἶθʼ ἁμαρτάνει,ὅθʼ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναιτοιαῦθʼ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη·ἄγʼ εἴπʼ ἀπʼ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειντόνδʼ ἄνδρʼ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶνἔξεστʼ ἀνάσσειν ὧν ὅδʼ ἤγαγʼ οἴκοθεν;Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέονἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.ὕπαρχος ἄλλων δεῦρʼ ἔπλευσας, οὐχ ὅλωνστρατηγός, ὥστʼ Αἴαντος ἡγεῖσθαί ποτε.ἀλλʼ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμνʼ ἔπηκόλαζʼ ἐκείνους· τόνδε δʼ, εἴτε μὴ σὺ φὴςεἴθʼ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼθήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.οὐ γάρ τι τῆς σῆς εἵνεκʼ ἐστρατεύσατογυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,ἀλλʼ εἵνεχʼ ὅρκων οἷσιν ἦν ἐνώμοτος,σοῦ δʼ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼνκαὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφουοὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·