οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποικελαιναὶ νᾶες ἐκφύγοιεν.ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος,Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖςἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.οὕτω τᾶς μανίας δεινὸν ἀποστάζειἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαιςψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ,φιλαύλους τʼ ἠρέθιζε Μούσας.παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸςἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενοςΣαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρηςδισσοῖσι Φινεΐδαιςεἶδεν ἀρατὸν ἕλκοςτυφλωθὲν ἐξ ἀγρίας δάμαρτοςἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοιςἀραχθέντων, ὑφʼ αἱματηραῖςχείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθανκλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνωνἄντασʼ Ἐρεχθεϊδᾶν,τηλεπόροις δʼ ἐν ἄντροιςτράφη θυέλλαισιν ἐν πατρῴαιςΒορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγουθεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳΜοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸνδύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰραὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον