ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷκλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖςἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμηνβωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτωνἭφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷμυδῶσα κηκὶς μηρίων ἐτήκετοκἄτυφε κἀνέπτυε, καὶ μετάρσιοιχολαὶ διεσπείροντο, καὶ καταρρυεῖςμηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖςπλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶςτοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτιθεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάςἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρτοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸνπεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότακέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦτοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆςἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένουςἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεωνἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸνχρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,