καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοινοὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼνόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνεινκαὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼνἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμουμέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμοροςζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτιβλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴτὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην.ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά,παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰπάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν.τοιγὰρ τούτων τοῖσιν ἄγουσινκλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ.οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτωτοὔπος ἀφῖκται.θαρσεῖν οὐδὲν παραμυθοῦμαιμὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.ὦ γῆς Θήβης ἄστυ πατρῷονκαὶ θεοὶ προγενεῖς,ἄγομαι δὴ κοὐκέτι μέλλω.λεύσσετε, Θήβης οἱ κοιρανίδαιτὴν βασιλειδᾶν μούνην λοιπήν,οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,τὴν εὐσεβίαν σεβίσασα.ἔτλα καὶ Δανάας οὐράνιον φῶςἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ,καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά·