ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶνὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτεροὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐτῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλεικήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνειπρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλωνοὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτουδυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸςἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον,οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶντοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις.τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέωντὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει;Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκηςχρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸςἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυνἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴτάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺνθησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶκἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν,καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσινσαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγεινοὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχαεἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼλύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;