πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,θανὼν ἔτʼ οὖσαν κατήναρές με.σέβειν μὲν εὐσέβειά τις,κράτος δʼ ὅτῳ κράτος μέλειπαραβατὸν οὐδαμᾷ πέλει·σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαιτὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδελαμπάδος ἱερὸν ὄμμαθέμις ὁρᾶν ταλαίνᾳ.τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτονοὐδεὶς φίλων στενάζει.ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖνὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν;οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖτύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖνεἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴςοἴκησις ἀείφρουρος, οἷ πορεύομαιπρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖςπλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷκάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφωφίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼἔλουσα κἀκόσμησα κἀπιτυμβίουςχοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸνδέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,