κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγειτὰν Ἀχέροντοςἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειόςπώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,οὔτε φθινάσιν πληγεῖσα νόσοιςοὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴθνητῶν Ἅιδην καταβήσει.ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξένανΤαντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴςπετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,ὡς φάτις ἀνδρῶν,χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοιςδειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.ἀλλὰ θεός τοι καὶ θεογεννής,ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.καίτοι φθιμένῃ μέγα κἀκοῦσαιτοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.ζῶσαν καὶ ἔπειτα θανοῦσαν.οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·ἰὼ Διρκαῖαι κρῆναιΘήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,οἵα φίλων ἄκλαυτος, οἵοις νόμοιςπρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσαμέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.προβᾶσʼ ἐπʼ ἔσχατον θράσουςὑψηλὸν ἐς Δίκας βάθρονπροσέπεσες, ὦ τέκνον, πολύ·πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντοςἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.ἰὼ ματρῷαι λέκτρωνἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·