ἄληθες; ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι,χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκαπαρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.οὐ δῆτʼ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,οὔθʼ ἥδʼ ὀλεῖται πλησία, σύ τʼ οὐδαμὰτοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν,ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.δράτω· φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών·τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου.ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;ἄγων ἔρημος ἔνθʼ ἂν ᾖ βροτῶν στίβοςκρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις.κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτιπόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς·καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶςοὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν.σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρουνύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖςθεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα.νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶνἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼοὐκέτι πηγὰς δύναμαι δακρύων,τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμοντήνδʼ Ἀντιγόνην ἀνύτουσαν.ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸνστείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,