χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶτοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ.οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσεισιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή.εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς.οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίανπαθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐτοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτιἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη.ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲνΘήβᾳ τῶν προτέρων φάος,ἐφάνθης ποτʼ, ὦ χρυσέαςἁμέρας βλέφαρον,Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳφυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ·ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκουςἀρθεὶς νεικέων ἐξ ἀμφιλόγωνὀξέα κλάζωνἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,λευκῆς χιόνος πτέρυγι στεγανός,πολλῶν μεθʼ ὅπλωνξύν θʼ ἱπποκόμοις κορύθεσσιν.στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳλόγχαις ἑπτάπυλον στόμαἔβα, πρίν ποθʼ ἁμετέρωναἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργωνπευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθηπάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους