εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ;εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃςἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι.ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶςὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραναὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρονκοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπειὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳψῆφον τυράννων ἢ κράτη παρέξιμεν.ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτιἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων,καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸςξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρπερισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτιπράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα.ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼθάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα,ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνοςὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ,τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲβίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον